Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 31.1 | Dem. 31.5 (English) | >>Dem. 31.9 |
31.4τοῦτο τοίνυν οὐκ ἐξ ὧν ἐγὼ δεδήλωκα λόγων δεῖ σκοπεῖν , ἀλλʼ ἐξ ὧν αὐτὸς οὗτος διεπράξατο · οὐδʼ ὑφʼ ἑνὸς γὰρ ἀναγκασθεὶς ἀνθρώπων αὐτὸς ἀνεῖλεν τοὺς ὅρους , ἔργῳ φανερὸν ποιήσας ὅτι ψεύδεται . καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω , τὸ μὲν χωρίον καὶ νῦν οὗτός φησιν ἀποτετιμῆσθαι ταλάντου , τὴν δʼ οἰκίαν ὡς προσωρίσατο δισχιλίων καὶ πάλιν τοὺς ὅρους ἀνεῖλεν γενομένης τῆς δίκης , τοὺς εἰδότας ὑμῖν μάρτυρας παρέξομαι . καί μοι λαβὲ τὴν μαρτυρίαν .δῆλον τοίνυν ὅτι δισχιλίων μὲν ὡρισμένος τὴν οἰκίαν , ταλάντου δὲ τὸ χωρίον , ὡς ὀγδοήκοντα μνᾶς δεδωκὼς ἔμελλεν ἀμφισβητήσειν . μεῖζον οὖν ἄν τι γένοιτο τεκμήριον ὑμῖν τοῦ μηδὲν ἀληθὲς νῦν λέγειν τοῦτον ἢ εἰ φανείη μὴ ταὐτὰ λέγων τοῖς ἐξ ἀρχῆς περὶ τῶν αὐτῶν ; ἐμοὶ μὲν γὰρ οὐδὲν ἂν δοκεῖ τούτου μεῖζον εὑρεθῆναι .
σκέψασθε τοίνυν τὴν ἀναίδειαν , ὃς ἐν ὑμῖν ἐτόλμησεν εἰπεῖν , ὡς οὐκ ἀποστερεῖ μʼ ὅσῳ πλείονος ἄξιόν ἐστι ταλάντου , καὶ ταῦτʼ αὐτὸς τιμήσας οὐκ ἄξιον εἶναι πλείονος . τί γὰρ βουλόμενος δισχιλίων προσωρίσω τὴν οἰκίαν , ὅτε τὰς ὀγδοήκοντα μνᾶς ἐνεκάλεις , εἴ γε τὸ χωρίον ἄξιον ἦν πλείονος , ἀλλʼ οὐκ ἐπὶ τούτῳ καὶ τὰς δισχιλίας ἐτίθεις ;
31.7ἢ ὅταν μέν σοι δοκῇ πάντα τὰ Ἀφόβου διασῴζειν , τό τε χωρίον ἔσται ταλάντου μόνον ἄξιον , καὶ τὴν οἰκίαν ἐν δισχιλίαις προσέξεις , ἥ τε προὶξ ὀγδοήκοντα μναῖ γενήσονται , καὶ ἀξιώσεις ἔχειν ἀμφότερα · ὅταν δέ σοι μὴ συμφέρῃ , τἀναντία πάλιν ἡ μὲν οἰκία ταλάντου , διότι νῦν ἐγὼ ταύτην ἔχω , τοῦ δὲ χωρίου τὸ περιὸν οὐκ ἐλάττονος ἢ δυοῖν ἄξιον , ἵνʼ ἐγὼ δοκῶ βλάπτειν τοῦτον , οὐκ ἀποστερεῖσθαι ;
Μαρτυρία
31.5
31.6
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 31.1 | Dem. 31.5 (English) | >>Dem. 31.9 |